TLG 4391 001 :: GLAUCUS :: Fragmenta GLAUCUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 23–24. Frr. 1–6 (Περὶ ποιητῶν καὶ μουσικῶν) Citation: Fragment — (line) | ||
t1-6a | ΠΕΡΙ ΠΟΙΗΤΩΝ ΚΑΙ ΜΟΥΣΙΚΩΝ. | |
1 | Harpocratio: Μουσαῖος ... Περὶ μὲν Μουσαίου Ἀρι‐ στόξενος ἐν τοῖς Πραξιδαμαντίοις φησὶν ὅτι οἱ μὲν ἐκ Θρᾴκης εἰρήκασι τὸν ἄνδρα εἶναι, οἱ δὲ αὐτόχθονα ἐξ Ἐλευσῖνος. Εἰρήκασι δὲ περὶ αὐτοῦ ἄλλοι τε καὶ Γλαῦ‐ | |
5 | κος. | |
---|---|---|
2 | Plutarch. De Mus. c. 4: Ἔοικε δὲ κατὰ τὴν τέ‐ χνην τὴν κιθαρῳδικὴν ὁ Τέρπανδρος διενηνοχέναι· τὰ Πύθια γὰρ τετράκις ἑξῆς νενικηκὼς ἀναγέγραπται· καὶ τοῖς χρόνοις δὲ σφόδρα παλαιός ἐστι· πρεσβύτερον γοῦν | |
5 | αὐτὸν Ἀρχιλόχου ἀποφαίνει Γλαῦκος ὁ ἐξ Ἰταλίας ἐν συγγράμματί τινι τῷ Περὶ τῶν ἀρχαίων ποιητῶν τε καὶ μουσικῶν· φησὶ γὰρ αὐτὸν δεύτερον γενέσθαι μετὰ τοὺς πρώτους ποιήσαντας αὐλῳδίαν. | |
3 | Id. ibid. c. 7: Ὅτι δ’ ἐστὶν Ὀλύμπου ὁ ἁρμάτιος νόμος, ἐκ τῆς Γλαύκου ἀναγραφῆς τῆς Ὑπὲρ τῶν ἀρ‐ | |
χαίων ποιητῶν μάθοι ἄν τις· καὶ ἔτι γνοίη, ὅτι Στησί‐ χορος ὁ Ἱμεραῖος οὔτ’ Ὀρφέα, οὔτε Τέρπανδρον, οὔτ’ | 23 | |
5 | Ἀρχίλοχον, οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλ’ Ὄλυμπον, χρησάμενος τῷ ἁρματίῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὅ τινες ἐξ ὀρθίου νόμου φασὶν εἶναι. Ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον· γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς. | |
4 | Id. ib. c. 10: Καὶ περὶ Θαλήτα δὲ τοῦ Κρητὸς, εἰ παιάνων γεγένηται ποιητὴς, ἀμφισβητεῖται. Γλαῦκος γὰρ μετ’ Ἀρχίλοχον φάσκων γεγενῆσθαι Θαλήταν, μεμιμῆσθαι μὲν αὐτόν φησι τὰ Ἀρχιλόχου μέλη, ἐπὶ δὲ | |
5 | τὸ μακρότερον ἐκτεῖναι, καὶ Μάρωνα (!) καὶ Κρητικὸν ῥυθμὸν εἰς τὴν μελοποιίαν ἐνθεῖναι· οἷς Ἀρχίλοχον μὴ κεχρῆσθαι, ἀλλ’ οὐδ’ Ὀρφέα, οὐδὲ Τέρπανδρον· ἐκ γὰρ τῆς Ὀλύμπου αὐλήσεως Θαλήταν φασὶν ἐξειργά‐ σθαι ταῦτα, καὶ δόξαι ποιητὴν ἀγαθὸν γεγονέναι. Περὶ | |
10 | δὲ Ξενοκρίτου, ὃς ἦν τὸ γένος ἐκ Λοκρῶν τῶν ἐν Ἰτα‐ λίᾳ, ἀμφισβητεῖται εἰ παιάνων ποιητὴς γέγονεν· ἡρωι‐ κῶν γὰρ ὑποθέσεων πράγματα ἐχουσῶν ποιητὴν γεγο‐ νέναι φασὶν αὐτόν· διὸ καί τινας διθυράμβους καλεῖν αὐτοῦ τὰς ὑποθέσεις· πρεσβύτερον δὲ τῇ ἡλικία φησὶν ὁ | |
15 | Γλαῦκος Θαλήταν Ξενοκρίτου γεγονέναι. | |
5 | Diogen. L. IX, 38, de Democrito: Τῶν Πυθαγο‐ ρικῶν τινὸς ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῷ γεγονώς. Φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάῳ αὐτὸν συγγεγο‐ | |
5 | νέναι. | |
6 | Diog. L. VIII, 51, de Empedocle: Εἰς δὲ Θου‐ ρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους Γλαῦκος ἐλ‐ θεῖν φησίν. | |
6a | Schol. Venet. et Rom. ad Eurip. Hec. 41: [Τύμβῳ φίλον πρόσφα‐ γμα] Ὑπὸ Νεοπτολέμου φασὶν αὐτὴν σφαγιασθῆναι Εὐριπίδης καὶ Ἴβυκος· ὁ δὲ τὰ Κυπριακὰ ποιήσας φη‐ | |
5 | σὶν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἐν τῇ τῆς πόλεως ἁλώσει τραυματισθεῖσαν ἀπολέσθαι, ταφῆναι δὲ ὑπὸ Νεοπτολέμου, ὡς Γλαῦκος γράφει· ἄλλοι δέ φασι συνθέ‐ μενον Πριάμῳ τὸν Ἀχιλλέα περὶ τοῦ Πολυξένης γάμου | |
ἀναιρεθῆναι ἐν τῷ Θυμβραίου Ἀπόλλωνος ἄλσει. | 24 |